Ιστολόγιο αναφερόμενο στον Πανίερο Ναό της Αναστάσεως του Κυρίου στα Ιεροσολυμα
.

Κυριακή 16 Δεκεμβρίου 2012

ΕΥΧΗ ΕΙΣ ΖΩΑ ΚΑΙ ΜΕΛΙΣΣΙΑ - ΑΓΙΟΥ ΜΟΔΕΣΤΟΥ ΙΕΡΟΣΟΛΥΜΩΝ



ΕΥΧΗ ΕΙΣ ΖΩΑ ΚΑΙ ΜΕΛΙΣΣΙΑ ΑΓΙΟΥ ΜΟΔΕΣΤΟΥ ΙΕΡΟΣΟΛΥΜΩΝ




Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ ἐλεήμων καὶ φιλάνθρωπος, ὁ πᾶσαν τὴν νοητὴν κτίσιν ἐν σοφίᾳ δημιουργήσας, ὁ διὰ τῆς παναγάθου προνοίας Σου κυβερνῶν καὶ κηδόμενος πάντων, ὁ ἀνοίγων τῆν χεῖρα, καὶ ἐμπιπλῶν πᾶν ζῶον εὐδοκίας, ὁ ζωῆς και θανάτου ἔχων τὴν ἐξουσίαν, ὁ δι’ ἐμοῦ τοῦ δούλου Σου Μοδέστου τὸν ὄφιν θανατώσας, τὸν τὴν πηγὴν τοῦ ὕδατος τῷ ἑυατῷ ἰῷ διαφθείραντι, τὰ δὲ ἐξ αὐτῆς πιόντα ζῷα νεκρωθέντα, τῇ ζωηφόρῳ και πανασθενεῖ Σου δυνάμει ἀναστήσας. Δέομαί Σου, ἐπάκουσόν μου καὶ ἀπέλασον πᾶσαν θανατηφόρον ἀῤῥωστίαν καὶ βλάβην ἐκ τῶν βοῶν, ὄνων, ἡμιόνων, προβάτων, αἱγῶν, μελισσῶν καὶ λοιπῶν ζώων, τῶν δούλων Σου..., τῶν ἐπικαλουμένων τὸ ὄνομα ἐμοῦ τοῦ δούλου Σου Μοδέστου. Καὶ δὸς Κύριε πᾶσι τοῖς τὴν ἐμὴν μνήμην τελοῦσιν, εἰρήνην σταθεράν, ἀφθονία καρπῶν, σίτου, οἴνου καὶ ἐλαίου, πληθυσμὸν ζώων, καὶ ἄφεσιν ἁμαρτιῶν καὶ σωτηρίαν ψυχῶν. Ναὶ Κύριε, οἴκτειρον τὰ ζῷα τὰ πάσχοντα, τῇ δρεπάνῃ τοῦ θανάτου θεριζόμενα. Σὺ γὰρ εἶ εὔσπλαγχνε, ὁ καὶ τῶν ἐκ κιβωτῷ ζώων μνησθείς, ὑπὸ τῆς οἰκείας χρηστότητος νικώμενος, ἵνα διὰ τῆς εὐεξίας καὶ τοῦ πληθυσμοῦ τῶν ζώων, καλλιεργεῖται μὲν ἡ γῆ, αὐξάνωσι δὲ οἱ καρποί, καὶ ἀφθόνως οἱ δοῦλοί Σου οἱ ἐπικεκλημένοι τὸ σὸν ὄνομα, ἀπολαμβάνωσι τῶν ἰδίων γεωργίων, καὶ περισσεύωσιν εἰς πᾶν ἔργον ἀγαθόν, καὶ δοξάζωσί Σε τὸν χορηγὸν παντὸς ἀγαθοῦ. Τιμῶσί δε κἀμὲ τὸν δοῦλόν Σου καὶ θερμότατον ἱκέτην τῆς παντοκρατορικῆς Σου βασιλείας. Ὅτι πρέπει Σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, εἰς τοὺς αἰῶνας τῶν αἰῶνων. Ἀμήν.